ΛΑ’ Αποστολικος Κανόνας
Εἴ τις Πρεσβύτερος, καταφρονήσας τοῦ ἰδίου Ἐπισκόπου, χωρὶς συναγάγει, καὶ θυσιαστήριον ἕτερον πήξει, μηδὲν κατεγνωκὼς τοῦ Ἐπισκόπου ἐν εὐσεβείᾳ, καὶ δικαιοσύνῃ, καθαιρείσθω, ὡς φίλαρχος. Τύραννος γάρ ἐστιν, ὠσάυτως δὲ καὶ οἱ λοιποὶ Κληρικοί, καὶ ὅσοι ἂν αὐτῷ προσθῶνται, οἱ δὲ λαϊκοὶ ἀφοριζέσθωσαν. Ταῦτα δὲ μετὰ μίαν, καὶ δευτέραν, καὶ τρίτην παράκλησιν τοῦ Ἐπισκόπου, γινέσθω.
ΙΕ’ Κανονας της Πρωτοδευτερας
Τὰ ὁρισθέντα ἐπὶ πρεσβυτέρων καὶ ἐπισκόπων καὶ μητροπολιτῶν, πολλῷ μᾶλλον καὶ ἐπὶ πατριαρχῶν ἁρμόζει. Ὥστε, εἴ τις πρεσβύτερος ἤ ἐπίσκοπος ἢ μητροπολίτης τολμήσειεν ἀποστῆναι τῆς πρὸς τὸν οἰκεῖον πατριάρχην κοινωνίας καὶ μὴ ἀναφέρει τὸ ὄνομα αὐτοῦ, κατὰ τὸ ὡρισμένον καὶ τεταγμένον, ἐν τῇ θείᾳ μυσταγωγίᾳ, ἀλλὰ πρὸ ἐμφανείας συνοδικῆς καὶ τελείας αὐτοῦ κατακρίσεως σχίσμα ποιήσει, τοῦτον ὥρισεν ἡ ἁγία σύνοδος, πάσης ἱερατείας παντελῶς ἀλλότριον εἶναι, εἰ μόνον ἐλεγχθείη τοῦτο παρανομήσας. Καὶ ταῦτα μὲν ὥρισται καὶ ἐσφράγισται περὶ τῶν προφάσει τινῶν ἐγκλημάτων τῶν οἰκείων ἀφισταμένων προέδρων καὶ σχίσμα ποιούντων καὶ τὴν ἕνωσιν τῆς Ἐκκλησίας διασπώντων. Οἱ γὰρ δι᾿ αἱρεσίν τινα, παρὰ τῶν ἁγίων Συνόδων ἢ Πατέρων κατεγνωσμένην, τῆς πρὸς τὸν πρόεδρον κοινωνίας ἑαυτοὺς διαστέλλοντες, ἐκείνου τὴν αἵρεσιν δηλονότι δημοσίᾳ κηρύττοντος καὶ γυμνῇ τῇ κεφαλῇ ἐπ᾿ ἐκκλησίας διδάσκοντος, οἱ τοιοῦτοι οὐ μόνον τῇ κανονικῇ ἐπιτιμήσει οὐχ ὑποκείσονται, πρὸ συνοδικῆς διαγνώσεως ἑαυτοὺς τῆς πρὸς τὸν καλούμενον ἐπίσκοπον κοινωνίας ἀποτειχίζοντες, ἀλλὰ καὶ τῆς πρεπούσης τιμῆς τοῖς ὀρθοδόξοις ἀξιωθήσονται. Οἱ γὰρ ἐπισκόπων, ἀλλὰ ψευδεπισκόπων καὶ ψευδοδιδασκάλων κατέγνωσαν, καὶ οὐ σχίσματι τὴν ἕνωσιν τῆς ἐκκλησίας κατέτεμον, ἀλλὰ σχισμάτων καὶ μερισμῶν τὴν ἐκκλησίαν ἐσπούδασαν ῥύσασθαι. »
Ἐρμηνεία τοῦ ΙΕ'Ἱεροῦ Κανόνος ὑπό
τοῦ Σέρβου Κανονολόγου Ἐπισκόπου Μίλας
«(...)Εαν ο Επισκοπος η Μητροπολιτης η Πατριαρχης αρξητε να διακηρυττη δημοσια επ’εκκλησιας αιρετικην τινα διδαχην, αντικειμενην προς την Ορθοδοξιαν, τοτε οι υποτασσομενοι αυτω κεκτηνται δικαιωμα αμα και χρεος να αποσχοινισθωσι παραυτα εκεινων, διο ου μονον εις ουδεμιαν θελουσι υποβληθη κανονικην ποινην, αλλα θελουσι και επαινεθη εισετι, καθ’οσον δια τουτου, δεν κατεκριναν και δεν επανεστατησαν εναντιον των νομιμων Επισκοπων, αλλ’εναντιον ψευδεπισκοπων και ψευδοδιδασκαλων. Ουτε εδημιουργησαν τοιουτοτροπως σχισμα εν τη Εκκλησια, αλλ’αντιθετως απηλλαξαν την Εκκλησιαν, εν οσω ηδυνηθησαν μετρω, του σχισματος και της διαιρεσεως.»